οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν. Ἀνδρομάχη οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον; Μενέλαος οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει. Ἀνδρομάχη ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια, ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν, ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα. τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί; ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν, ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν. νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν. ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας, ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς, μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν. Χορός οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν οὐδ’ ἀμφιμάτορας κόρους, ἔριδας οἴκων δυσμενεῖς τε λύπας. μίαν μοι στεργέτω πόσις γάμοις ἀκοινώ- νητον ἀνδρὸς εὐνάν. Χορός οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες μιᾶς ἀμείνονες φέρειν,