σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην. ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς, στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον, μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει, ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ. Χορός ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ. εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν, Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων. Μενέλαος λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς, προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν. καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ, ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ. ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς. Ἀνδρομάχη οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα. Μενέλαος κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα. Ἀνδρομάχη ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά; Μενέλαος καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν. Ἀνδρομάχη τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην; Μενέλαος ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ. Ἀνδρομάχη ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;