ον κατοικίσαι λέπας· ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ βόασε Κασάνδρα κτανεῖν, μεγάλαν Πριάμου πόλεως λώβαν. τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο δαμογερόν- των βρέφος φονεύειν; Χορός οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε δούλιον, σύ τ’ ἂν γύναι, τυράννων ἔσχες ἂν δόμων ἕδρας· παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς μόχθους οὓς ἀμφὶ Τροίαν δεκέτεις ἀλάληντο νέοι λόγχαις. λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο, καὶ τεκέων ὀρφανοὶ γέροντες. Μενέλαος ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου. σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι. κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον, ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται. ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ, ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις. Ἀνδρομάχη ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν. εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,