τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν. Ἀνδρομάχη πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω, οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν. Χορός Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν ἐς νάπαν ἦλθ’ ὁ Μαί- ας τε καὶ Διὸς τόκος, τρίπωλον ἅρμα δαιμόνων ἄγων τὸ καλλιζυγές, ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας σταθμοὺς ἐπὶ βούτα, βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν ἔρημόν θ’ ἑστιοῦχον αὐλάν. Χορός ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν πιδάκων νίψαν αἰ- γλᾶντα σώματα ῥοαῖς, ἔβαν δὲ Πριαμίδαν ὑπερ- βολαῖς λόγων δυσφρόνων παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις, τερπνοῖς μὲν ἀκοῦσαι, πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει ταλαίνᾳ περγάμοις τε Τροίας. Χορός ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν ἁ τεκοῦσά νιν Πάριν πρὶν Ἰδαῖ-