ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς. μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων φεύγειν τρόπους χρὴ τέκν’, ὅς οις ἔνεστι νοῦς. Χορός δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις. Ἑρμιόνη τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; Ἀνδρομάχη οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις. Ἑρμιόνη ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι. Ἀνδρομάχη νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι. Ἑρμιόνη σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ. Ἀνδρομάχη οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι; Ἑρμιόνη τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ; Ἀνδρομάχη ναί, καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά. Ἑρμιόνη οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν. Ἀνδρομάχη κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει. Ἑρμιόνη σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ. Ἀνδρομάχη ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον; Ἑρμιόνη μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ. Ἀνδρομάχη Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.