ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας. σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις. χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος. εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος, ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης. αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς. ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς. μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων φεύγειν τρόπους χρὴ τέκν’, ὅς οις ἔνεστι νοῦς. Χορός δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις. Ἑρμιόνη τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; Ἀνδρομάχη οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις. Ἑρμιόνη ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.