ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς; ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα; ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς; φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο; αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν; οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς. φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι, ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας. σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις. χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος. εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος, ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης. αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.