δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν, ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. Χορός ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί. Ἀνδρομάχη φεῦ φεῦ· κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην· οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι. εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων; ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς; ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα; ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς; φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο; αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν; οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς. φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,