σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον, γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις. εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν, τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος· πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος. ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν, ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. Χορός ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί. Ἀνδρομάχη φεῦ φεῦ· κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην· οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι. εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;