Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων ἥκω Θέτις λιποῦσα Νηρέως δόμους. καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα· κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος. ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου. τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος φόνον βίαιον τῆς Ὀρεστείας χερός· γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον, Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει, καίπερ πεσούσης Παλλάδος προθυμίᾳ. σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν, θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος, κακῶν ἀπαλλάξασα τῶν βροτησίων ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν. κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ· ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα