γέροντ’ ἄπαιδα νοσφίσας. Χορός θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων. Πηλεύς οὐ σπαράξομαι κόμαν, οὐκ ἐμῷ ’πιθήσομαι κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις, διπλῶν τέκνων μ’ ἐστέρησ’ ὁ Φοῖβος. Χορός ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον, τίν’ αἰῶν’ εἰς τὸ λοιπὸν ἕξεις; Πηλεύς ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν διαντλή- σω πόνους ἐς Ἅιδαν. Χορός μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί. Πηλεύς ἀμπτάμενα φροῦδα πάντα, κεῖται κόμπων μεταρσίων πρόσω. Χορός μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ. Πηλεύς οὐκέτ’ εἶ, πόλις, πόλις, σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν, σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη, πανώλεθρόν μ’ ὄψεαι πίτνοντα πρὸς γᾶν. Χορός ἰὼ ἰώ· τί κεκίνηται; τίνος αἰσθάνομαι θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε· δαίμων ὅδε τις λευκὴν αἰθέρα πορθμευόμενος τῶν ἱπποβότων Φθίας πεδίων ἐπιβαίνει.