Σιμοεντίδα παρ’ ἀκτάν. Χορός οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον, θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον. Πηλεύς ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ, ἒ ἔ· ὦ παῖ, μήποτε σῶν λεχέων τὸ δυσώνυμον ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον ἀμφιβαλέσθαι Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον, ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι· μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς αἷμα τὸ διογενές ποτε Φοίβου βροτὸς εἰς θεὸν ἀνάψαι. Χορός ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις νόμῳ τῷ νερτέρων κατάρξω. Πηλεύς ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ γέρων καὶ δυστυχὴς δακρύω. Χορός θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν. Πηλεύς ὦ φίλος, δόμον ἔλιπες ἔρημον, ὤμοι μοι, ταλαίπωρον ἐμὲ γέροντ’ ἄπαιδα νοσφίσας. Χορός θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων. Πηλεύς οὐ σπαράξομαι κόμαν, οὐκ ἐμῷ ’πιθήσομαι