τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων. ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ, ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως. ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός, παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός; Χορός καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην Δελφίδος ἐκ γῆς δῶμα πελάζει. τλήμων ὁ παθών, τλήμων δέ, γέρον, καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· αὐτός τε κακοῖς πήμασι κύρσας εἰς ἓν μοίρας συνέκυρσας. Πηλεύς ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς. ἰώ μοί μοι, αἰαῖ, ὦ πόλι Θεσσαλία, διολώλαμεν, οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα λείπεται οἴκοις· ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα δὴ φίλον αὐγὰς βάλλων τέρψομαι; ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες, εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων