πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε, πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει, τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον, βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων. ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ, ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως. ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός, παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός; Χορός καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην Δελφίδος ἐκ γῆς δῶμα πελάζει. τλήμων ὁ παθών, τλήμων δέ, γέρον, καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· αὐτός τε κακοῖς πήμασι κύρσας εἰς ἓν μοίρας συνέκυρσας. Πηλεύς ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς. ἰώ μοί μοι, αἰαῖ, ὦ πόλι Θεσσαλία, διολώλαμεν,