ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς. Χορός ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις δαρὸν οὐδὲ λείπεις, Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, εἴ τί σοι δυναίμαν ἄκος τῶν δυσλύτων πόνων τεμεῖν, οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, τλάμον’ ἀμφὶ λέκτρων διδύμων ἐπίκοινον ἐοῦσαν ἀμφὶ παῖδ’ Ἀχιλλέως. Χορός γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις. δεσπόταις ἁμιλλᾷ Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν; λεῖπε δεξίμηλον δόμον τᾶς ποντίας θεοῦ. τί σοι καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν δεσποτῶν ἀνάγκαις; τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον οὐδὲν οὖσα μοχθεῖς; Χορός ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας δμωὶς ἐπ’ ἀλλοτρίας πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς σῶν, ὦ δυστυχεστάτα,