χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ· οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ. χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν, βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε· Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;— τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις. πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί. ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη, οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι, σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος. δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς, βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν, τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν. πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους, κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·