φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι, λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς. καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην. κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις· τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος. χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ· οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ. χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν, βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε· Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;—