θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν. καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους· Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν, τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν· ἀρχαί τε, πληροῦντές τε βουλευτήρια, ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν, φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι, λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς. καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην. κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις· τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.