αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ. Ἄγγελος οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. Χορός ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν. Πηλεύς οὐδέν εἰμ’· ἀπωλόμην. φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω. Ἄγγελος ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. Πηλεύς ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις. πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος; σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω. Ἄγγελος ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν. καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους· Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν, τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν· ἀρχαί τε, πληροῦντές τε βουλευτήρια, ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,