ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ. Πηλεύς σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα; Χορός Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός. Πηλεύς ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων; Χορός καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον. Πηλεύς κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ; Χορός ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα. Πηλεύς οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις, πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο; Ἄγγελος ὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου. Πηλεύς αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ. Ἄγγελος οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. Χορός ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν. Πηλεύς οὐδέν εἰμ’· ἀπωλόμην. φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω. Ἄγγελος ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. Πηλεύς ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις. πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος; σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω. Ἄγγελος ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους