τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς ἃν χέρα τεκτοσύνας Ἐ- νυαλίῳ δοριμήστορι προσθέν- τες τάλαιναν τάλαι- ναν μεθεῖτε Τροίαν; Χορός πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- λας ἔθετ’ ἀστεφάνους· ἀπὸ δὲ φθίμενοι βεβᾶσιν Ἰλιάδαι βασιλῆες, οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- ᾳ θεοῖσιν λέλαμ- πεν καπνῷ θυώδει. Χορός βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις, αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς κτεάνων, ματρὸς φονεὺς   ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι; Χορός πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ ἐξέλειπον οἴκους πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι· νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν