οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος Ἱππόλυτος οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι; Θεράπων μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον. Ἱππόλυτος ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν; Θεράπων ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις; Ἱππόλυτος πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ. Θεράπων ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε; Ἱππόλυτος εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα. Θεράπων πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων Ἱππόλυτος τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα. Θεράπων τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις. Ἱππόλυτος πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι. Θεράπων σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς. Ἱππόλυτος ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει. Θεράπων εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ. Ἱππόλυτος οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν. Θεράπων τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών. Ἱππόλυτος χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω. Θεράπων ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον, φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν, προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν, δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν, εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων μάταια βάζει· μὴ δόκει τούτων κλύειν· σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.