Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις. Ἱππόλυτος κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ, σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν. ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ, νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον· ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο. τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται; πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα. σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς· ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται. οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας. Θησεύς ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην, τί δὴ τέχνας μὲν μυρίας διδάσκετε καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε, ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω, φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς; Ἱππόλυτος δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι. ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ, δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς. Θησεύς φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν, ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος, δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν, τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν, ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο