— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους, αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ. Θησεύς οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν, οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ. Χορός τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα. Θησεύς βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι, οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος φθεγγόμενον τλάμων. Χορός αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον. Θησεύς τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις καθέξω δυσεκπέρατον, ὀλοὸν κακόν· ἰὼ πόλις. Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας. ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς. Χορός ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν· γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ. Θησεύς οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς, δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται· ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων, ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον. Χορός καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα, Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ