εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον στέγει τύραννον δῶμα προσπόλων ἐμῶν; ὤμοι μοι σέθεν, μέλεος, οἷον εἶδον ἄλγος δόμων, οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην· ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται. ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ φέγγος ἀελίου τε καὶ νυκτὸς ἀστερωπὸν σέλας. Χορός ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος. δάκρυσί μου βλέφαρα καταχυθέντα τέγγεται σᾷ τύχᾳ· τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι. Θησεύς ἔα ἔα· τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς ἠρτημένη; θέλει τι σημῆναι νέον; ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη; θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή. καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με. φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει. Χορός — φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν. — ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω, φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.