χθὼν εὐδαιμονίαν θεοῖς. Χορός ὦ λευκόπτερε Κρησία πορθμίς, ἃ διὰ πόντιον κῦμ’ ἁλίκτυπον ἅλμας ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων, κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων ἁ Κρησίας ἐκ γᾶς δύσορ- νις ἔπτατο κλεινὰς Ἀθή- νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ- δήσαντο πλεκτὰς πεισμάτων ἀρχάς, ἐπ’ ἀ- πείρου τε γᾶς ἔβασαν. Χορός ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ- των δεινᾷ φρένας Ἀφροδί- τας νόσῳ κατεκλάσθη· χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον λευκᾷ καθαρμόζουσα δεί- ρᾳ, δαίμονα στυγνὸν καται- δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ- αιρουμένα φήμαν, ἀπαλ- λάσσουσά τ’ ἀλ- γεινὸν φρενῶν ἔρωτα. Τροφός ἔσωθεν ἰοὺ ἰού· βοηδρομεῖτε πάντες οἱ πέλας δόμων· ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ. Χορός — φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη. Τροφός οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;