εὔφημος ἴσθι. Φαίδρα καὶ σύ γ’ εὖ με νουθέτει. ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με, ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι. ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται. Χορός Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν, ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι ποταναῖς θεὸς ἐνθείη· ἀρθείην δ’ ἐπὶ πόντιον κῦμα τᾶς Ἀδριηνᾶς ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ· ἔνθα πορφύρεον σταλάσ- σουσιν ἐς οἶδμα πατρὸς τάλαι- ναι κόραι Φαέθοντος οἴ- κτῳ δακρύων τὰς ἠλεκτροφαεῖς αὐγάς. Χορός Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο- μέδων πορφυρέας λίμνας ναύταις οὐκέθ’ ὁδὸν νέμει, σεμνὸν τέρμονα κυρῶν οὐρανοῦ, τὸν Ἄτλας ἔχει· κρῆναί τ’ ἀμβρόσιαι χέον- ται Ζηνὸς μελάθρων παρὰ κοί- ταις, ἵν’ ἁ βιόδωρος αὔ- ξει ζαθέα