πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν. Τροφός δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά· τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ· ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν. ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην. εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ· πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. Φαίδρα ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι, τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις; Τροφός μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ. ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον. Φαίδρα παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς παρῄνεσάς μοι κἀπεχείρησας κακά. ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς. ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι, τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ, σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε. Χορός ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην, μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ. Φαίδρα καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω, ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον, αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα. οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους, οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς. Χορός μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν; Φαίδρα θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.