γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος, ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές. ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή. σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή. τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη. χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν, ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν. νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι. ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα, λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς· ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι, ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός, ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ; εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι· εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην, οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί. νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα. θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή· τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος. ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι