Ἄρτεμιν, ᾇ μελόμεσθα. Χορός Κυνηγῶν πότνια πότνια σεμνοτάτα, Ζανὸς γένεθλον, χαῖρε, χαῖρέ μοι, ὦ κόρα Λατοῦς Ἄρτεμι καὶ Διός, καλλίστα πολὺ παρθένων, ἃ μέγαν κατ’ οὐρανὸν ναίεις εὐπατέρειαν αὐ- λάν, Ζηνὸς πολύχρυσον οἶκον. χαῖρέ μοι, ὦ καλλίστα καλ- λίστα τῶν κατ’ Ὄλυμπον. παρθένων, Ἄρτεμι. Ἱππόλυτος σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται, Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις· ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις. ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο. μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν· σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου. Θεράπων ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών — ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ; Ἱππόλυτος καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.