ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων. Χορός τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον; ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι, φρένας ἐπίσσυτος; Φαίδρα ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει. Χορός σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα φάτις δωμάτων. ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν; Φαίδρα ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά. Χορός ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω· γεγωνεῖ δ’ ὅπᾳ διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά. Φαίδρα καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν, τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος. Χορός ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα. τί σοι μήσομαι; τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι — Φαίδρα αἰαῖ, ἒ ἔ. Χορός πρόδοτος ἐκ φίλων. Φαίδρα ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς, φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον. Χορός πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα; Φαίδρα οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος, τῶν νῦν παρόντων πημάτων ἄκος μόνον. Ἱππόλυτος ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί, οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα. Τροφός σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς. Ἱππόλυτος οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.