βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει· Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν, τὸν τᾶς Ἀφροδίτας φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν, πέρθοντα καὶ διὰ πάσας ἰόντα συμφορᾶς θνατοῖς, ὅταν ἔλθῃ. Χορός τὰν μὲν Οἰχαλίᾳ πῶλον ἄζυγα λέκτρων, ἄναν- δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ- κων ζεύξασ’ ἀπ’ Εὐρυτίων δρομάδα Ναΐδ’ ὅπως τε Βάκ- χαν σὺν αἵματι, σὺν καπνῷ φονίοις θ’ ὑμεναίοις Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν· ὦ τλάμων ὑμεναίων. Χορός ὦ Θήβας ἱερὸν τεῖχος, ὦ στόμα Δίρκας, συνεί- ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ- πει. βροντᾷ γὰρ ἀμφιπύρῳ τοκάδα τὰν διγόνοιο Βάκ- χου νυμφευσαμένα πότμῳ φονίῳ κατηύνασεν. δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’ οἵα τις πεπόταται. Φαίδρα σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα. Χορός τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι; Φαίδρα ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω. Χορός σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε. Φαίδρα ἰώ μοι, αἰαῖ·