ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι. Τροφός εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν· εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις. ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω, ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή. δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν. Φαίδρα πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον; Τροφός οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον. Φαίδρα δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή. Τροφός πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί; Φαίδρα μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ. Τροφός ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς. μόνον σύ μοι, δέσποινα ποντία Κύπρι, συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις. Χορός Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων στάζεις πόθον, εἰσάγων γλυκεῖαν ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ, μή μοί ποτε σὺν κακῷ φανείης μηδ’ ἄρρυθμος ἔλθοις. οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος, οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν Ἔρως, ὁ Διὸς παῖς. Χορός ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις