τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε. νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου. εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι· φανήσεταί τι τῆσδε φάρμακον νόσου. ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν, εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν. Χορός Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ. ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν. Φαίδρα τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι. οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν, ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται. Τροφός τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον, τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον. εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή, οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε. Φαίδρα ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους; Τροφός αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι. κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε, ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη. Φαίδρα καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ — πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,