βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ; ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι, ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ, μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς. δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά. μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ, γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ. κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ, προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ. Χορός φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται. Τροφός δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον· νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς. ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν. κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς; οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας, ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών· Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ· ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται, ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,