ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής, οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα. ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ, οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν. λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν· ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον. γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται, αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά. τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν τῷ σωφρονεῖν νικῶσα προυνοησάμην. τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι, κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων. ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν. τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ, γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς, μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν. ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ, ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά. μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις, λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας. αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,