βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ. οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός, ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ, ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν. Χορός ἄιες ὤ, ἔκλυες ὤ, ἀνήκουστα τᾶς τυράννου πάθεα μέλεα θρεομένας; — ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ. — ὦ τάλαινα τῶνδ’ ἀλγέων· — ὦ πόνοι τρέφοντες βροτούς. — ὄλωλας, ἐξέφηνας ἐς φάος κακά. — τίς σε παναμέριος ὅδε χρόνος μένει; — τελευτάσεταί τι καινὸν δόμοις. — ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα Κύπριδος, ὦ τάλαινα παῖ Κρησία. Φαίδρα Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον οἰκεῖτε χώρας Πελοπίας προνώπιον, ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος. καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε· τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν, οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο, οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου, μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν, αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,