ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει. Τροφός κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ; Φαίδρα ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα. Τροφός οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ. Φαίδρα ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες. Τροφός οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν. Φαίδρα δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν. Τροφός σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος. Φαίδρα ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον, Τροφός ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε; Φαίδρα σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ, Τροφός τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς; Φαίδρα τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι. Τροφός ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος; Φαίδρα ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς. Τροφός οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν. Φαίδρα φεῦ· πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; Τροφός οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς. Φαίδρα τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν; Τροφός ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα. Φαίδρα ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι. Τροφός τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος; Φαίδρα ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος Τροφός Ἱππόλυτον αὐδᾷς; Φαίδρα σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις. Τροφός οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας. γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος. ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι