γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους, ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. — ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς παῖδας πατρῴων μὴ μεθέξοντας δόμων, μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα, ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς, Ἱππόλυτον Φαίδρα οἴμοι. Τροφός θιγγάνει σέθεν τόδε; Φαίδρα ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι. Τροφός ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον. Φαίδρα φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι. Τροφός ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς; Φαίδρα χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι. Τροφός μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος; Φαίδρα φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών. Τροφός Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν; Φαίδρα μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς. Τροφός τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν; Φαίδρα ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω. Τροφός οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι. Φαίδρα τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη; Τροφός καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε. Φαίδρα κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά. Τροφός μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;