πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν. ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, μίασμα φεύγων αἵματος Παλλαντιδῶν, καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· δείξω δὲ Θησεῖ πρᾶγμα , κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε. Ἱππόλυτος ἕπεσθ’ ἀείδοντες ἕπεσθε τὰν Διὸς οὐρανίαν