οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει. Χορός οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ; Τροφός ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε. Χορός ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας. Τροφός πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν; Χορός πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη; Τροφός θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου. Χορός θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει. Τροφός κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν. Χορός ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων; Τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. Χορός σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν; Τροφός ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον· οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας, ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς οἵα πέφυκα δυστυχοῦσι δεσπόταις. ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν, ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον. κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν, γυναῖκες αἵδε συγκαθιστάναι νόσον· εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας, λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε. εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον, ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω, ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις. φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,