λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν; Τροφός ὦ παῖ, τί θροεῖς; οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ μανίας ἔποχον ῥίπτουσα λόγον; Φαίδρα πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι στείβουσι κύνες βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι· πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’ ἐν χειρὶ βέλος. Τροφός τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις; τί κυνηγεσίων καὶ σοὶ μελέτη; τί δὲ κρηναίων νασμῶν ἔρασαι; πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν. Φαίδρα δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας καὶ γυμνασίων τῶν ἱπποκρότων, εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις, πώλους Ἐνέτας δαμαλιζομένα. Τροφός τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος; νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι. τάδε μαντείας ἄξια πολλῆς, ὅστις σε θεῶν ἀνασειράζει καὶ παρακόπτει φρένας, ὦ παῖ. Φαίδρα δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην; ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;