τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν. ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις, οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν φίλτερον ἡγῇ. κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν· τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει λύπη τε φρενῶν χερσίν τε πόνος. πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων, κοὐκ ἔστι πόνων ἀνάπαυσις. ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο σκότος ἀμπίσχων κρύπτει νεφέλαις. τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν δυσέρωτες δὴ φαινόμεθ’ ὄντες, δι’ ἀπειροσύνην ἄλλου βιότου κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας· μύθοις δ’ ἄλλως φερόμεσθα. Φαίδρα ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα· λέλυμαι μελέων σύνδεσμα φίλων. λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι. βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν· ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις. Τροφός θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς μετάβαλλε δέμας. ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας καὶ γενναίου λήματος οἴσεις· μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη. Φαίδρα αἰαῖ· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν, ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ