— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν ἀρχαγόν, τὸν εὐπατρίδαν, ποιμαίνει τις ἐν οἴκοις κρυ- πτὰ κοίτα λεχέων σῶν; — ἢ ναυβάτας τις ἔπλευσεν Κρή- τας ἔξορμος ἀνὴρ λιμένα τὸν εὐξεινότατον ναύταις, φήμαν πέμπων βασιλείᾳ, λύπᾳ δ’ ὑπὲρ παθέων εὐναία δέδεται ψυχά; Χορός — φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν, ὠδινῶν τε καὶ ἀφροσύνας. δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν τόξων μεδέουσαν ἀύτευν Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ σὺν θεοῖσι φοιτᾷ. Χορός — ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν τήνδε κομίζουσ’ ἔξω μελάθρων· στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται. τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή, τί δεδήληται δέμας ἀλλόχροον βασιλείας. Τροφός ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι. τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω; τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ· ἔξω δὲ δόμων ἤδη νοσερᾶς δέμνια κοίτης. δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·