τίς ἐφέστηκεν δεξιὰ πλευροῖς; πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε τὸν κακοδαίμονα καὶ κατάρατον πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς; ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ, ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως τῆς εὐσεβίας εἰς ἀνθρώπους ἐπόνησα. Ἱππόλυτος αἰαῖ αἰαῖ· καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει — μέθετέ με, τάλανες — καί μοι θάνατος Παιὰν ἔλθοι. προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί- μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι, διαμοιρᾶσαι διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον. ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά· μιαιφόνων τε συγγόνων παλαιῶν προγεννητόρων ἐξορίζεται κακόν, οὐδὲ μέλλει, ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ- δὲν ὄντ’ ἐπαίτιον κακῶν; ἰώ μοί μοι· — τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ- γήτου πάθους; εἴθε με κοι- μάσειε τὸν δυσδαίμον’ Ἅι- δου μέλαινα νύκτερός τ’ ἀνάγκα. Ἄρτεμις ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·