Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται, βαπτὰν κάλπισι ῥυτὰν πα- γὰν προιεῖσα κρημνῶν· ὅθι μοί τις ἦν φίλα πορφύρεα φάρεα ποταμίᾳ δρόσῳ τέγγουσα, θερ- μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ- αλίου κατέβαλλ’· ὅθεν μοι πρώτα φάτις ἦλθε δεσποίνας· Χορός τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν οἴκων, λεπτὰ δὲ φάρη ξάν- θαν κεφαλὰν σκιάζειν· τριτάταν δέ νιν κλύω τάνδ’ ἀβρωσίᾳ στόματος ἁμέραν Δάματρος ἀ- κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ- πτῷ πένθει θανάτου θέλου- σαν κέλσαι ποτὶ τέρμα δύστανον. Χορός — ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα, εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας ἢ σεμνῶν Κορυβάντων φοι- τᾷς ἢ ματρὸς ὀρείας; — σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί- κτυνναν ἀμπλακίαις ἀνίε- ρος ἀθύτων πελάνων τρύχῃ; φοιτᾷ γὰρ καὶ διὰ λίμνας χέρσον θ’ ὑπὲρ πελάγους δίναις ἐν νοτίαις ἅλμας.