πέμπετε τῶνδ’ ἀπ’ οἴκων; Χορός — καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον. Ἄγγελος ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω; Χορός ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται. Ἄγγελος Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας. Θησεύς τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις; Ἄγγελος Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος· δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς. Θησεύς πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος, ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ; Ἄγγελος οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ πόντου κρέοντι παιδὸς ἠράσω πέρι. Θησεύς ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων. πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ; Ἄγγελος ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων. ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους