δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη· ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ βίον συνευτυχοίην. Χορός Κυνηγῶν οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ- σων, ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ’ Ἀθήνας εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς ἄλλαν ἐπ’ αἶαν ἱέμενον. ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς, ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν ὠκυπόδων μέτα θῆρας ἔναιρεν Δίκτυνναν ἀμφὶ σεμνάν. Χορός οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ γυμνάδος ἵππου. μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν λήξει πατρῷον ἀνὰ δόμον· ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι Λατοῦς βαθεῖαν ἀνὰ χλόαν· νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ λέκτρων ἅμιλλα κούραις. Χορός — ἐγὼ δὲ σᾷ δυστυχίᾳ δάκρυσι διοίσω πότμον ἄποτμον· ὦ τάλαινα μᾶ- τερ, ἔτεκες ἀνόνατα· φεῦ· μανίω θεοῖσιν· ἰὼ ἰώ· συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς οὐδὲν ἄτας αἴτιον