πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν. Ἱππόλυτος ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί· μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος. Θησεύς οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με; Ἱππόλυτος κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται· σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός. Θησεύς δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις· οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς. Ἱππόλυτος ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ· ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω. ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη, σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον, ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα, χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι. ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες, προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός· ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί. Χορός Κυνηγῶν ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ, λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων· ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν αἰὼν πολυπλάνητος αἰεί. Χορός εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι, τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·