ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη. Ἰόλαος οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ, ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν. Κῆρυξ βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί; Ἰόλαος οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών. Κῆρυξ γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε. Ἰόλαος οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε. Κῆρυξ ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς, ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως. Ἰόλαος ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον, ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς βιαζόμεσθα καὶ στέφη μιαίνεται — πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία. Χορός  — ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα; Χορός  — ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ χύμενον· ὦ τάλας.  — πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις; Ἰόλαος ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων. Χορός σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν ξύνοικον ἦλθες λαόν; ἢ πέρα- θεν ἁλίῳ πλάτᾳ κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν; Ἰόλαος οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. Χορός ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς; Ἰόλαος τὸν Ἡράκλειον ἴστε που παραστάτην